Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.67.5 | Hdt. 5.68.2 (English) | >>Hdt. 5.70.2 |
5.68.1
ταῦτα μὲν ἐς Ἄδρηστόν οἱ ἐπεποίητο , φυλὰς δὲ τὰς Δωριέων , ἵνα δὴ μὴ αἱ αὐταὶ ἔωσι τοῖσι Σικυωνίοισι καὶ τοῖσι Ἀργείοισι , μετέβαλε ἐς ἄλλα οὐνόματα . ἔνθα καὶ πλεῖστον κατεγέλασε τῶν Σικυωνίων · ἐπὶ γὰρ ὑός τε καὶ ὄνου τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε , πλὴν τῆς ἑωυτοῦ φυλῆς · ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο . οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο , ἕτεροι δὲ Ὑᾶται , ἄλλοι δὲ Ὀνεᾶται , ἕτεροι δὲ Χοιρεᾶται .
5.68.2 τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπʼ ἔτεα ἑξήκοντα · μετέπειτα μέντοι λόγον σφίσι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας , τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας .
ch. 69
5.69.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.67.5 | Hdt. 5.68.2 (English) | >>Hdt. 5.70.2 |